ΠΑΤΗΣΤΕ ΓΙΑ ΝΑ ΔΕΙΤΕ ΤΟ ΜΕΝΟΥ

ΑΚΟΛΟΥΘΙΑ ΕΙΣ ΦΟΒΟΝ ΣΕΙΣΜΟΥ

ΑΡΘΡΑ ΑΝΑΓΝΩΣΤΩΝ. ΕΚΚΛΗΣΙΑ. - 10 Οκτ 2020 - 9:58
Υποστηρίξτε το triklopodia με μια δωρεά για ανεξάρτητη ενημέρωση

ΑΚΟΛΟΥΘΙΑ ΕΙΣ ΦΟΒΟΝ ΣΕΙΣΜΟΥ

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ὦ Χριστὲ τῆς γῆς τὸν κλόνον παῦσον τάχος. Ἰωσήφ.

ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.

Ὡς φοβερὰ ἡ ὀργή Σου, ἐξ ἧς ἡμᾶς ἐλυτρώσεις Κύριε, μὴ συγχωρήσας ἐν τῇ γῇ ἅπαν τὸ ἀνάστημα ὑμῶν, εὐχαρίστως Σε διὸ ἀεὶ δοξάζομεν.



Χαίρων ἡμῶν καθ’ ἑκάστην τῇ παντελεῖ διορθώσας Δέσποτα, ὥσπερ φύλλον εὐτελές, διασείεις ἅπασαν τὴν γῆν, εἰς τὸν φόβον Σου πιστοὺς στηρίζων Κύριε.

Ῥῦσαι σεισμοῦ βαρυτάτου πάντας ἡμᾶς καὶ μὴ δώῃς Κύριε ἀπολέσθαι παντελῶς τὴν κληρονομίαν Σου, πολλοῖς παροργίζουσαν κακοῖς, Σὲ τὸν μακρόθυμον.

Θεοτοκίον.

Ἱκετικῶς Σοι βοῶμεν Μῆτερ Θεοῦ, τὰ συνήθη σπλάγχνα Σου ἐπὶ πόλιν καὶ λαόν, συμπαθῶς δεικνύουσα, σεισμοῦ βαρυτάτου καὶ φθορᾶς πάντας ἀπάλλαξον.

ᾨδὴ β΄. Ἴδετε, ἴδετε.

Σείσας προβλέψει Σου πᾶσαν τὴν γῆν Παμβασιλεῦ, ἐνέβαλες εἰς φόβον ἡμῶν τὰς διανοίας, ἀλλ’ ἄνες Δέσποτα Οἰκτίρμων τὴν ὀργήν Σου, καὶ μὴ δῶς εἰς παντελῆ ἀφανισμὸν τὸν Σὸν λαόν.

Τίς δυσωπήσει Σε, ὑπὲρ λαοῦ παντοδαπῶν αἰσχύνης ὀφλημάτων ἀεὶ καλυπτομένου, καὶ ἀπολέσθαι προσδοκῶντος τῇ ὀργῇ Σου, ἐξ ἧς ἡμᾶς Χριστέ, τῷ Σῷ ἐλέει ἐξελοῦ.

Ἔδειξας φόβον Σου νυνὶ Χριστέ, τῇ φοβερᾷ προβλέψει Σου, σαλεύσας τῆς γῆς τοὺς θεμελίους, ἀλλὰ συνήθως δεῖξον πάλιν Ἐλεῆμον, τὸ ἔλεος τὸ Σόν, μὴ ἀπολλύμεθα δεινῶς.

Θεοτοκίον.

Τίς μόνος ἄνευ Σου δύναται Ἄχραντε Αγνή, Θεὸν ἀγανακτοῦντα καθ’ ἡμῶν καταλλάξαι; Διὸ δυσώπει Παναγία παῦσαι τάχος τὸν κλόνον τῆς γῆς, γεννῶντα ὄλεθρον ἡμῖν.

ᾨδὴ γ΄. Οὐκ ἔστιν Ἅγιος ὡς Σὺ Κύριε.

Ἡ γῆ μαστίζεται ἡμων κακῶς διακειμένων, καὶ ἀεὶ τὴν ὀργήν Σου συγκινούντων καθ’ ἡμῶν, οἰκτίρμων Παμβασιλεῦ ἀλλὰ φεῖσαι Δέσποτα τῶν δούλων Σου.

Συσσείσας Κύριε τὴν γήν, ἐστερέωσας πάλιν, νωθεῖς ἐπιστρέφων τὴν ἀσθένειαν ἡμῶν, στηρίζεσθαι ἐν τω θείῳ φόβῳ θέλων ὑπεράγαθε.

Γεννώσας θάνατον πικρόν, καὶ σεισμοὺς βαρυτάτους, καὶ πληγὰς ἀνηκέστους, ἁμαρτίας ἀδελφοί, ἐκφύγωμεν καὶ Θεῷ μετανοίας τρόπους ἐπιδείξωμεν.

Θεοτοκίον.

Ἡ μόνη οὖσα ἀγαθή τον πανάγαθον Λόγον ἐκτενῶς ἐκδυσώπει, τῆς παρούσης τοῦ σεισμοῦ ῥυσθῆναι πάντας ὀργῆς, Θεοτόκε ἄχραντε δεόμεθα.

ᾨδὴ δ΄. Χριστός μου δύναμις.

Σαλεύεις Κύριε τὴν γῆν, βουλόμενος ἑδρασμῷ ἀληθείας πάντας ἡμᾶς Δέσποτα, στηρίζεσθαι σαλευομένους προσβολαῖς τοῦ δολίου πολεμήτορος.

Τῇ θείᾳ νεύσει Σου κλονεῖς τὰ σύμπαντα, καὶ δονεῖς τὰς καρδίας τῶν ἐπὶ γῆς κατοικούντων Δέσποτα, τῆς οὖν δικαίας Σου ὀργῆς ἄνες Κύριε τὰ σύμπαντα.

Οὐδ’ ὅλως ἔχοντες εἰς νοῦν τὸν φόβον Σου, ἐκφοβεῖς τῇ νικήσει πᾶσαν τὴν γῆν, μόνε εὐσυμπάθητε, ἀλλὰ συνήθως ἐφ’ ἡμᾶς τὰ ἐλέη Σου θαυμάστωσον.

Θεοτοκίον.

Ναόν Σε Δέσποινα Θεοῦ γινώσκοντες, ἐν Ἁγίῳ Ναῷ Σου χεῖρας οἰκτράς, εὕρομεν εἰς δέησιν, ἴδε τὴν κάκωσιν ἡμῶν καὶ παράσχου τὴν βοήθειαν.

ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει Σου.

Καὶ Σὺ καρδία σείσθητι νῦν βλέπουσα Θεοῦ τὴν ἀπειλὴν ἐπικειμένην καὶ βόησον· φεῖσαι τοῦ λαοῦ Σου Δέσποτα Κύριε, καὶ παῦσον τὴν δικαίαν ὀργήν Σου εὔσπλαγχνε.

Λαὸν καὶ πόλιν ἥνπερ τῷ Σῷ αἵματι ἐκτήσω Ἰησοῦ, μὴ παραδῶς εἰς ἀπώλειαν, ἐν τῷ συνταράσσειν τὴν γῆν σεισμῷ φοβερῷ, χορὸς τῶν Ἀποστόλω καθικετεύει Σε.

Ὁδούς Σου Δέσποτα τὰς ὀρθὰς γνώμῃ ἀποκλίνοντες στρεβλῇ, εἰς ἀγανάκτησιν τρέπομεν, Σὲ τὸν συμπαθῆ τε καὶ ἀμνησίκακον, ἀλλ’ ἵλεως οἰκτίρμον, γενοῦ τοῖς δούλοις Σου.

Θεοτοκίον.

Νῦν βοηθείας ἦλθε καιρός, νῦν καταλλαγῆς χρεία Ἁγνή πρὸς τὸν Υἱόν Σου καὶ Κύριον, ὅπως οἰκτειρήσῃ προσκεκρουκότας ἡμᾶς, καὶ τῆς ἐπικειμένης ὀργῆς λυτρώσηται.

ᾨδὴ στ΄. Τοῦ βίου τὴν θάλασσαν.

Οὐκ ἔχοντες Δέσποτα παῤῥησίαν δυσωπεῖν οἱ ταπεινοὶ τὸ ὕψος Σου, τοὺς ἐκλεκτοὺς Ἀγγέλους Σου εἰς θερμὴν κινοῦμεν παράκλησιν, δε αὐτῶν τῆς ὀργῆς Σου ἐξελοῦ ἡμᾶς.

Νῦν ἔγνωμεν Κύριε, ὡς ἐλέησας ἡμᾶς, καὶ οὐδαμῶς συνέχωσας ὑπὸ τὴν γῆν συμπτώματι χαλεπῷ, πολλὰ πλημμελήσαντας, εὐχαρίστως διό σε προσκυνοῦμεν Χριστέ.

Προστᾶττεις σαλεύεσθαι τὰ θεμέλια τῆς γῆς ὅπως ἡμεῖς παυσώμεθα οἱ ταπεινοί, σαλεύεσθαι ἀρετῶν τῆς κρείττονος στάσεως, καὶ τῷ φόβῳ Σου Λόγε στηριζόμεθα.

Θεοτοκίον.

Ἁγία Θεόνυμφε, ἀπορούμενον νυνὶ τὸν Σὸν λαὸν οἰκτείρησον, καὶ μητρικαῖς πρεσβείαις τὴν καθ’ ἡμῶν Θεοῦ ἀγανάκτησιν, μεταποίησον τάχος δυσωποῦμέν Σε.

ᾨδὴ ζ΄. Δροσοβόλον μὲν τὴν κάμινον.

Ὑπερύμνητος εἶ Κύριε μακρόθυμε, ὅτι οὐκ ἐθανάτωσας τοὺς οἰκέτας Σου σπαραγμῷ καὶ κλόνῳ φοβερῷ τῆς γῆς, ἀλλ’ ἐφόβησας ζητῶν τοῦ ἐπιστρέψαι τῶν κακῶν καὶ ζῆσαι πάντας ἡμᾶς.

Στεναγμὸν ἀπὸ καρδίας ἀναπέμψωμεν, καὶ δάκρυα προχέωμεν ὅπως ἵλεων τὸν Δεσπότην ἔξωμεν Χριστόν, ἐκτρίψαι σεισμῷ πάντας ἡμᾶς διὰ πληθὺν ἁμαρτιῶν ἐπαπειλοῦντα δεινῶς.

Οἴμοι κράξωμεν καὶ χεῖρας ἐκπετάσωμεν, πρὸς τὸν Θεὸν τὸν Ὕψιστον καὶ παυσώμεθα τοῦ λοιποῦ ποιεῖν τὰ πονηρά, καὶ ἐγὼ ὁ Σωτὴρ ἀγανακτῶν σαλεύει ἅπασαν τὴν γῆν, στηρίξαι θέλων ἡμᾶς.

Θεοτοκίον.

Νεῦσον Ἄχραντε σωθῆναι ταῖς πρεσβείαις Σου, ἀφανισθῆναι μέλλοντας ἐν ὀργῇ Θεοῦ, καὶ θυμῷ μεγάλῳ καὶ φρικτῷ τῆς νῦν ἐπελθούσης ἀπειλῆς, διὰ τὸ πλῆθος τῶν πολλῶν ἁμαρτημάτων ἡμῶν.

ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς Ὁσίοις.

Τῆς δικαίας Σου ταύτης ὀργῆς φιλάνθρωπε, ἐπελθούσης ἀθρόως συνεταράχθημεν καὶ ἀπελπισμῷ παντελεῖ συνεσχέθημεν, προσαγανακτοῦντα ὁρῶντες καθ’ ἡμῶν Σε.

Ἀνατείνωμεν χεῖρας πιστοί, καὶ ὄμματα πρὸς τὸν μόνον Δεσπότην σώζειν δυνάμενον κράζοντες· Χριστὲ τὸν θυμόν σου ἐπίστρεψον ἀφ’ ἡμῶν ταχέως, φιλάνθρωπος ὑπάρχων.

Ὁ γινώσκων Οἰκτίρμον τὸ ἀσθενὲς ἡμῶν καὶ εὐόλισθον πάντη καὶ ἀδιόρθωτον, ἄνες τὴν ὀργήν, καὶ τὸν τάραχον κόπασον, καὶ τῷ Σῷ ἐλέει οἰκτείρησον οἰκτίρμον.

Θεοτοκίον.

Συμπαθὴς Θεοτόκε τὸ εὐσυμπάθητον ἡ τεκοῦσα Σωτῆρα, ἴδε τὴν κάκωσιν καὶ τον στεναγμόν τοῦ λαοῦ Σου καὶ τάχυνον τοῦ παρακαλέσαι ἡμᾶς οἰκτειρηθῆναι.

ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον.

Ἰδοὺ οἱ πάντες ἡμεῖς ἐπταίσαμεν καὶ φοβερῶς ἡ γῆ μηδὲν σφαλεῖσα κολάζεται, νουθετῶν γὰρ ἡμᾶς ὁ φιλάνθρωπος, ὅλην αὐτὴν σαλεύει, λάβομεν αἴσθησιν καὶ τῆς σωτηρίας ἑαυτῶν ἐπιμελώμεθα.

Ὡρῶν καὶ χρόνων ὑπάρχων Κύριον μιᾷ ῥοπῇ ἠθέλησας ἐκτρίψαι τοὺς δούλους Σου, ὑπὸ τῆς πολλῆς εὐσπλαγχνίας Σου Δέσποτα ἐκωλύθης, εὐχαριστοῦμέν Σοι οἱ ἀναπολόγητοι ἡμεῖς μόνε Φιλάνθρωπε.

Σεισμοῦ μαχαίρας πικρὰς ἁλώσεως, καὶ ἐθνικῆς Χριστὲ ἐπιδρομῆς καὶ συμπτώσεως, καὶ λιμοῦ καὶ κακώσεως Δεσποτα, πάσης ἄλλης οἰκτίρμων ῥῦσαι τὴν πόλιν Σου, ἅπασαν τε χώραν τῶν πιστῶς ὑμνολογοῦσάν Σε.

Ἡ γῆ ἀγλώσσως βοᾷ στενάζουσα, τί με κακοῖς μιαίνετε πολλοῖς πάντες ἄνθρωποι καὶ ἡμῶν ὁ Δεσπότης φειδόμενος μόνην ἐμὲ μαστίζει; Λάβετε αἴσθησιν; Καὶ ἐν μετανοίᾳ τὸν εὸν ἐξιλεώσασθαι.

Θεοτοκίον.

Φθορὰν τῷ τίκτειν μὴ ὑπομείνασα καταφθορᾶς Παρθενε, ἐξελοῦ ἡμᾶς ἅπαντας καὶ σεισμοῦ βαρυτάτου καὶ θλίψεως, παύουσα τοῦ Δεσπότου τὴν ἀγανάκτησιν, Σου ταῖς μητρικαῖς καταλλαγαῖς Θεοχαρίτωτε.

Στιχηρὰ προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Ὁ τὰ θεμέλια πάντα τῆς γῆς σαλεύων Θεός, ὁ συνταράσσων μόνος τῆς θαλάσσης τὸ κύτος, ὡς κτίστης τῶν ἁπάντων, ῥῦσαι ἡμᾶς τῆς φοβερᾶς τοῦ σεισμοῦ ἀπειλῆς, ὑπὸ τῆς Σῆς εὐσπλαγχνίας διὰ παντὸς δυσωπούμενος Φιλάνθρωπε.

Ὡς πολυέλεος μόνος καὶ παντοδύναμος Χριστὲ Σωτὴρ ὑπάρχων, διὰ τῆς Θεοτόκου καὶ πάντων τῶν Ἁγίων σῶζε αεὶ ἀπὸ λιμοῦ καὶ λοιμοῦ καὶ σεισμοῦ, πυρὸς, μαχαίρας ἐθνῶν, καταποντισμοῦ, τὴν δοξάζουσάν Σε πόλιν πιστῶς.

Τῆς νῦν δικαίας Σου ταύτης ὀργῆς Φιλάνθρωπε, ἀθρόως ἐπελθούσης μὴ συγχωρήσης οἰκτίρμον, μηδὲ διασκεδάσης, μὴ τῷ θυμῷ τῆς ὀργῆς σου παιδεύσης ἡμᾶς ἀλλὰ τὸν τάραχον κόπασον τοῦ σεισμοῦ καὶ τὸν Σὸν λαὸν οἰκτείρησον.

Ἕτερα εἰς τὴν Λιτήν· Ἰδιόμελα. Ἦχος β΄.

Τῆς γῆς συνταρασσομένης τῷ τῆς ὀργης Σου φόβῳ, βουνοὶ καὶ τὰ ὄρη συσσείονται Κύριε, ἀλλ’ εὐσπλαγχνίας ὄμματι, ἐφ’ ἡμᾶς ἐπιβλέψας, μὴ τῷ θυμῷ Σου ὀργισθῆς ἡμῖν, ἀλλὰ σπλαγχνισθεὶς ἐπὶ τὰ ἔργα τῶν χειρῶν Σου, τῆς φοβερᾶς ἡμᾶς τοῦ σεισμοῦ ἀπειλῆς ἐλευθέρωσον, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Ἕτερον. Ἦχος πλ. β΄.

Νινευῆται τοῖς παραπτώμασι τὴν διὰ σεισμοῦ ἀπειλὴν κατάχωσιν ἤκουον, ἐν δὲ τῷ μεσιτεύοντι σημείῳ τοῦ κήτους τὴν διὰ τοῦ Ἰωνᾶ ἀνάστασιν ἡ μετάνοια παρακαλεῖ, ἀλλ’ ὡς ἐκείνων βοὴν λαοῦ Σου μετὰ νηπίων καὶ κτηνῶν οἰκτείρας προσεδέξω, καὶ ἡμᾶς παιδευομένους διὰ τῆς τριημέρου ἀναστάσεως, φεῖσαι καὶ ἐλέησον.

Ὅμοιον.

Φοβερὸς εἶ Κύριε, καὶ τίς ὑποστήσεται τῆς δικαίας Σου ὀργῆς; ἤ τίς Σε δυσωπήσει; ἤ τίς παρακαλέσει Ἀγαθὲ ὑπὲρ λαου ἡμαρτηκότος καὶ ἀπεγνωσμένου; Τὰ οὐράνια τάγματα, Ἄγγελοι, Ἀρχαί, καὶ Ἐξουσίαι, Θρόνοι, Κυριότητες, τὰ Χερουβίμ, καὶ Σεραφίμ, ὑπὲρ ἡμῶν Σοι βοῶντα· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ Κύριε, τὰ ἔργα τῶν χειρῶν Σου μὴ παρίδῃς ἀγαθέ. Διὰ σπλάγχνα ἐλέους σῶζε πόλιν κινδυνεύουσαν.

Δόξα. Ὅμοιον.

Οὐράνιε Βασιλεῦ, Φιλάνθρωπε Κύριε, μακρόθυμε καὶ πολυέλεε, ἔπιδε ἐξ ἁγίου κατοικητηρίου Σου, ἴδε τὴν ταπείνωσιν ἡμων, ἴδε καὶ τὴν κάκωσιν ἡμῶν, μὴ τῷ θυμῷ Σου ἐλέγξης ἡμᾶς, μηδὲ τῇ ὀργῇ Σου παιδεύσῃς ἡμᾶς, μὴ παραδώῃς ἡμᾶς εἰς ἐπιδρομὰς εθνῶν, ἤ εἰς χεῖρας βαρβάρων, ἤ εἰς χάος ἀπολέσθαι, μή ποτε εἴπωσι τὰ ἔθνη· ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν· ἡμεῖς δὲ λαός Σου καὶ πρόβατα νομῆς Σου και τὸ Ὄνομά Σου ἐπικεκλήμεθα, ἔχεις ἔμφυτον τὴν ἀγαθότητα Σου, σκέπε τὴν πόλιν ταύτην, ἔχεις πρέσβυν τὴν Θεοτόκον τὴν Σὲ τεκοῦσαν Λόγε, χορὸς τὼν Ἀποστόλων καὶ πλῆθος τῶν Μαρτύρων καὶ τῶν Ὁσίων. Δέξαι τὰς δεήσεις ὑπὲρ λαοῦ ἡμαρτηκότος καὶ ἀπεγνωσμένου, και σῶσον ἀνεξίκακε τὴν κληρονομίαν Σου.

Εὐχὴ εἰς τὸν σεισμόν.

Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Θεὸς ὁ μέγας καὶ φοβερός, και θαυμαστός, ὁ μόνος ἀληθινός, ὁ ποιῶν πάντα και μετασκευάζων, ὁ ἐπιβλέπων επὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἀπτόμενος τῶν ὀρέων καὶ καπνίζονται, ὁ σείων τὴν ὑπ’ οὐρανὸν ἐκ θεμελίων, οἱ δὲ στύλοι αὐτῆς οὐ σαλεύονται, ὁ τὰ θεμέλια τῆς γῆς σαλεύων, ἥδρασται δὲ τῷ νεύματι, ὃν πάντα φρίσσει και τρέμει ἀπὸ προσώπου τῆς δυνάμεώς Σου, ὅτι ἀνυπόστατος ἡ ὀργὴ τῆς ἐπὶ τοὺς ἁμαρτωλοὺς ἀπειλῆς Σου, ἀμέτρητον δὲ καὶ ανεξιχνίαστον τὸ ἔλεος τῆς ἐπαγγελίας Σου, αὐτὸς μνήσθητι των οἰκτιρμῶν Σου Κύριε, καὶ τὰ ἐλέη Σου παράσχου ἡμῖν, ὅτι ἀπὸ τοῦ αἰῶνος εἰσί. Στήριξον τὴν κτίσιν, στερέωσον την γῆν, παῦσον τὸν κλόνον αὐτῆς, ἕδρασον τὴν δονηθεῖσαν οἰκουμένην, καὶ μὴ συναπολέσῃς ἡμᾶς ταῖς ἁμαρτίαις ἡμῶν ἐν τοῖς κατωτάτοις τῆς γῆς. Ὅτι Σὺ εἶ Θεὸς ημῶν, Θεὸς τοῦ ἐλεεῖν καὶ σώζειν καὶ Σοὶ τὴν δόξαν αναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

————————————————————————————————————————————————————————————————–

Ἕτέρα Εὐχὴ εἰς τὸν σεισμόν.

Τοῦ Κυρίου δεηθῶμεν.

Δέσποτα Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ημῶν, ἡ τῶν οἰκτιρμῶν ἀνεξάντλητος πηγή, τὸ τῆς φιλανθρωπίας ἀνεξιχνίαστον πέλαγος, ἡ ἄπειρος ἄβυσσος τῆς μακροθυμίας καὶ τῆς χρηστότητος, ὁ καὶ τὰς κατὰ γενεὰν ἐπαγομένας τῷ γένει τῶν ἀνθρώπων πληγάς τε και μάστιγας συμφερόντων διὰ φιλανθωπίας ὑπερβολὴν επιφέρων, ἵνα τὸ πρὸς τὴν ἁμαρτίαν ἡμῶν ἀκρατὲς καὶ ὀξύῤῥοπον καθάπερ τινὶ χαλινῷ τῷ θείῳ Σου κατεχόμενον φόβῳ μὴ ἀτακτως κινῆται κατὰ τῆς θείας εἰκονος, μηδε εἰς τὸ τῆς ψυχῆς εὐγενὲς κακῶς ἐξυβρίζῃ. Στῆσον δεόμεθα τὸν φοβερὸν τῆς γῆς κλόνον, και τὴν ἀήθη ταύτης φοράν, ἣν νῦν δικαίως καθ’ ἡμῶν κινεῖσθαι ταύτην προσέταξας, ὑπόμνησον τῆς πρὸς πᾶσαν ἁμαρτίαν παρὰ φύσιν ἡμετέρας ὁρμῆς, καὶ τῆς Σῆς δια ταύτην προς ἡμᾶς δικαίας ἀποστροφῆς. Εἰ γὰρ ἡμεῖς τὰ Σὰ προστάγματα διαφυλάττομεν, και τῶν οἰκειων ὅρων ἐντὸς ἱστάμεθα, οὐκ ἄν ἡ γῆ τῷ Σῷ παντοδυνάμῳ προστάγματι πενθομένων, καθ’ ἡμῶν ἐκινεῖτο νῦν τῆς φυσικῆς ἀκινησίας ἐξισταμένη, καὶ τῇ παρὰ φύσιν ταύτης κινήσει καταπιεῖν ἡμᾶς ἐκζητοῦσα. Καὶ δικαίως ὦ δίκαιε Κύριε, οὐ γὰρ ποιοῦμεν τα προστάγματα τῆς βασιλείας Σου, και μὴ ποιοῦντες, οὐ φοβούμεθα τὴν Σὴν δικαίαν ὀργὴν καθ’ ἡμῶν Δέσποτα, ἀλλὰ τὸ πονηρὸν ποιοῦμεν ἐνώπιον τῶν Σῶν ὀφθαλμῶν, μισοῦντες ἀλλήλοις, ὀργιζόμενοι κατ’ ἀλλήλων, την ἀγάπην ἀπωσάμεθα, τὴν φιλαδελφίαν ἀποβαλόμεθα, την ἐλεημοσύνην ἀποθέμεθα, καὶ τὴν φιλαργυρίαν ἠγαπήσαμεν, τῷ τὴν νηστείαν καὶ ἐγκράτειαν οὐκ ἀποθήσαμεν. Καὶ ἁπλῶς πᾶσάν Σου ἐντολὴν ἀθετήσαμεν Κυριε, ἁμαρτίαν διαπραττόμεθα. Διὰ ταῦτα γάρ φησιν ἔρχεται ἡ ὀργὴ τοῦ Θεου ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Ταῦτα τὰς κακίας ἡμῶν τὰ ἐπίχειρα, τοῦτο τῶν πονηρῶν καὶ ἀκαθάρτων ἡμῶν πράξεων τὸ κατάλληλον ἀποτέλεσμα, ταῦτα τοῦ μίσους καὶ τῆς ὑπερηφανίας καὶ τῶν ἐν κρυφῇ καὶ φανερῶς γινομένων ἀνομιῶν ἡμῶν τὰ δεινὰ κατορθώματα, θανατηφόρους κᾀνταῦθα πληγὰς ἐπάγοντα, κλόνους γῆς και σεισμούς, καὶ λιμούς, καὶ λοιμούς, καὶ πολεμίων ἐφόδους. Καὶ μετὰ ταυτα τὴν ἀφόρητον ἐκείνην καὶ ἀτελεύτητον βάσανον, ἀλλὰ μὴ παραδώῃς ἡμᾶς εἰς τέλος διὰ τὸ Ὄνομά Σου τὸ Ἅγιον, μηδὲ καταπιέτω ἡμᾶς ζῶντας ἡ γῆ διὰ τὰς ἁμαρτίας ἡμῶν, ἵνα μη τὸν τῆς μετανοίας καὶ τῆς ἐπιστροφῆς ζημιωθῶμεν καιρὸν οἱ τάλανες. Εἰ γὰρ καὶ πολλάκις την μετάνοιαν ὑπεσχέθημεν, καὶ πολλάκις Σοὶ τῷ Θεῷ ἡμῶν ἐψευσάμεθα, διὸ καὶ τὴν τομὴν κατὰ τὴν ἄκαρπον συκὴν κατέκρινας, τὴν γῆν ἀρτίως προστάξας καλύψαι πάντας ἡμας. Ἀλλ’ ἔτι καὶ νῦν μακροθύμησον ὁ φιλάνθρωπος γεωργός, ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν. Ὁ ἑβδομηκοντάκις ἑπτὰ συγχωρειν τοῖς ἀδελφοῖς κελεύων τὰ ἁμαρτήματα, μὴ συναπολέσῃς τὸ μικρόν Σου ποίμνιον τῷ τὸ φόβω συντετριμμένον καὶ πένθει τεταπεινωμένον καὶ τῷ τῆς γῆς κλόνῳ τεθορυβούμενον καὶ ἀπορούμενον πάντοθεν, ἀλλὰ μνήσθητι μακρόθυμε τῶν οἰκτιρμῶν Σου και τοῦ ἐλέους Σου. Μνήσθητι ὅτι ἐπιμελῶς ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ, καὶ οὐδεὶς καθαρὰς ἀπὸ ῥύπου ἐνώπιόν Σου, ἵνα καὶ νῦν τῆς ἀφάτου χρηστότητος ἀπολαύοντες, εὐχαριστήσωμεν ἐπὶ πᾶσι τοῖς ἐνδόξοις καὶ φοβεροῖς ἔργοις Σου, ἃ ἐποίησας καὶ ποιεῖς μετὰ τῶν ἀναξιων ἡμῶν κατὰ τὸ τῆς Σῆς φιλανθρωπίας ἀνεξιχνίαστον πέλαγος. Χάριτι τοῦ ἀνάρχου Σου Πατρός, καὶ τοῦ ζωοποιοῦ Σου Πνεύματος, εὐχαῖς και πρεσβείαις τῆς Παναχράντου Σου Μητρός, καὶ πάντων τῶν Ἁγίων. Ἀμήν.

 

Εὐχὴ ἑτέραεἰς ἀπειλὴν σεισμοῦ.

Βασιλεῦ Ἅγιε, φιλάνθρωπε Δέσποτα, μακρόθυμε Κύριε, ὁ πάσης αἰσθητῆς τε καὶ νοουμένης κτίσεως Δημιουργός, ὁ πάντα φέρων τῷ ῥήματι τῆς ἀῤῥήτου δυνάμεώς Σου, ὁ μόνος ἔχων ζωῆς καὶ θανάτου τὴν ἐξουσίαν, ὁ παιδεύων ἐν δικαιοσύνῃ, καὶ φιλανθρώπως πάλιν ἰώμενος, ὁ τὴν πρόσκαιρον ἡμῶν ζωήν, τῇ πανσόφῳ σου προνοίᾳ διακυβερνῶν, καὶ πάντοθεν τὴν σωτηρίαν χρησίμως κατασκευάζων ἡμῶν. Οἴδαμεν ὅτι διὰ τὰς πολλὰς ἡμῶν ἁμαρτίας συνέσεισας τὴν γῆν καὶ συνετάραξας αὐτήν. Καὶ φόβος καὶ τρόμος ἦλθεν ἐφ’ ἡμᾶς ἀπὸ προσώπου τῆς ὀργῆς Σου μακρόθυμε. Ἡ καρδία ἡμῶν τετάρακται τῇ μάστιγι αὐτοῦ, δειλία θανάτου ἐπέπεσεν ἐφ’ ἡμᾶς τῇ συγκινήσει αὐτῆς, μή ποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχὴν ἡμῶν. Καὶ οὐ μὴ ᾗ ὁ ῥυόμενος, μὴ ὄντος λυτρουμένου, μηδὲ σώζοντος. Διὰ τοῦτο δεόμεθα καὶ Σὲ παρακαλοῦμεν τὸν μόνον ἀνεξίκακον Κύριον, μὴ μνησθὴς ἀνομιῶν ἡμῶν ἀρχαίων τε και προσφάτων· μὴ ἀντισταθμίσῃς τῷ βάρει τῶν ἁμαρτιῶν ἡμῶν τὴν προσήκουσαν ἀνταπόδοσιν. Ἐαν γὰς εἰσέλθῃς εἰς κρίσιν μετὰ τῆς γενεᾶς ἡμῶν ταύτης, οὐδεὶς ἐνώπιόν Σου δικαιωθήσεται, ἀλλ’ ἀπολεῖται παντελῶς ἀπὸ τῆς γῆς, πάντων ἡμῶν τὸ μνημόσυνον. Μνήσθητι μακρόθυμε τῶν ἀπ’ αἰῶνος οἰκτιρμῶν Σου καὶ τοῦ ἐλέους Σου, καὶ τῆς πρὸς τοὺς πατέρας ημῶν ἀληθινῆς διαθήκης Σου. Καὶ μὴ καταπιέτω ἡμᾶς βυθὸς γῆς, μηδε συνεχέτω ἡμας τὸ στόμα αὐτῆς, ἀλλ’ οἴκτειρον συντετριμμένους ἡμᾶς καὶ τεταπεινωμένους ἐλέησον. Καὶ ὑπὸ τῆς φοβερᾶς του σεισμοῦ ἀπειλῆς τεθορυβουμένους, καὶ τρόμῳ πολλῷ καὶ φόβῳ συνεχομένους ἐπίσκεψαι. Εἰ δέ που καί τινες εἰσὶ μέσον ἡμῶν οἱ φοβούμενοι τὸ Ὄνομά Σου, καὶ τηροῦντες τὰ Σα προστάγματα, βραχεῖά τις ἐκλελεγμένη μερίς, σπέρμα εὐλογημένον, θησαυρός κεκρυμμένος, Σοὶ μόνω γινωσκόμενος καὶ τηρούμενος, κᾀκείνων ὡς ἀγαθὸς ἐπάκουσον ὑπὲρ ἡμῶν τῶν ἀναξίων δεομένων τῆς εὐεργεσίας καὶ τῆς συμπαθείας τῆς Σῆς, και πρόσδεξαι τὰς δεήσεις τούτων ὑπὲρ λαοῦ ἡμαρτηκότος προσαγομένας Σοι, Φιλάνθρωπε Δέσποτα, ὡς Ἀβραὰμ ὑπὲρ τῶν Σοδόμων, ὡς Δανιὴλ καὶ Ἱερεμίου τῶν θείων Σου Προφητῶν ὑπὲρ τῆς τοῦ Ἰσραὴλ αἰχμαλωσίας τὴν Σὴν ἱλεωσαμένων ἀγαθότητα, ἵνα κατὰ γενεὰν καὶ γενεὰν δοξάζηταί Σου τὸ τῆς φιλανθρωπίας και μακροθυμίας ἀνεξιχνίαστον πέλαγος. Καὶ ἡμεῖς προσάξωμεν Σοι δῶρον εὐχαριστήριον τὴν ἡμῶν ἐπιστροφὴν καὶ μετάνοιαν, τῇ κραταιᾷ Σου χειρὶ δυναμούμενοι. Εὐχαῖς καὶ πρεσβείαις τῆς Παναχράντου Σου Μητρός, καὶ πάντων τῶν ἀπ’ αἰῶνός Σοι εὐαρεστησάντων Ἁγίων.

Ἀπόστολος εἰς σεισμόν.

Προκείμενον. Ἦχος πλ. δ΄: Κύριε, μὴ τῷ θυμῷ Σου ἐλέγξῃ με, μηδὲ τῇ ὀργῇ Σου παιδεύσῃ με.

Στ.: Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν Σου ἀπὸ τοῦ παιδός Σου, ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου.

Πρὸς Ἑβραίους: Ἀδελφοί, ὃν ἀγαπᾷ Κύριος παιδεύει, μαστιγεῖ δὲ υἱὸν ὃν παραδέχεται………… καὶ τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶ ὑμῶν, ἵνα μὴ χωλῶν ἐκτραπῆ, ἰαθῇ δὲ μᾶλλον.

Ἀλληλουϊάριον.

Στ.: Ὁ Θεὸς ἀπώσω ἡμᾶς…

Εὐαγγέλιον, εἰς σεισμόν, κατὰ Μάρκον: Τῷ καιρῷ ἐκείνῳ, ἐμβάντι τῷ Ἰησοῦ εις πλοῖον, ἠκολούθησαν Αὐτῷ οἱ μαθηταὶ Αὐτοῦ………… ποταπός ἐστιν οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα, ὑπακούουσιν Αὐτῷ.

Κοινωνικόν: Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν τρέμειν αὐτήν.

Loading...

Συμπληρώστε το e-mail σας για να λαμβάνετε τα νέα από το Triklopodia πρώτοι!:

Στείλε μας το άρθρο σου

ΕΠΙΚΟΙΝΩΝΙΑ triklopodia@hotmail.gr

Loading…