Παρακατω εναποθετω τον παρακλητικο κανων(2ον κανων) του αγιου πνευματος που ειναι Ποίημα του Ἁγίου Μαξίμου τοῦ Γραικοῦ
μετενεχθέν εἰς τήν ὑμνογραφικήν γλώσσαν τῆς Ἑλληνοφώνου Ὀρθοδοξίας ὑπό Καθηγητοῦ Ἀντωνίου Μάρκου (2014),
τῇ αἰτήσει Πρωτοπρεβυτέρου Δημητρίου τοῦ Ἀθανασίου, ἐξ Ἄρτης.
Παρακλητικός Κανών Αγίου Πνεύματος-Ποίημα Ἁγίου Μαξίμου τοῦ Γραικοῦ
Mετενεχθέν εἰς τήν ὑμνογραφικήν γλώσσαν τῆς Ἑλληνοφώνου Ὀρθοδοξίας ὑπό Καθηγητοῦ Ἀντωνίου Μάρκου (2014),τῇ αἰτήσει Πρωτοπρεβυτέρου Δημητρίου τοῦ Ἀθανασίου, ἐξ Ἄρτης.
Εὐλογήσαντος τοῦ Ἱερέως
ὁ ρμβ΄ (142) Ψαλμός
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ήχος δ ́. Ο υψωθείς εν τω Σταυρώ
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ ἑκουσίως, τὴ ἐπωνύμω σου καινὴ πολιτεία, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός, Εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Πνεύματος Θείου ὑπό τάς πτέρυγας πάντες, οἱ ἐν κινδύνοις, ἀλγηδόσι καί πόνοις ὑπάρχοντες, προσφεύγωμεν ἐν πίστει πολλῇ· Παράκλητε, βοήθησον ἐκβοῶντες, ἐν τάχει, ὁ ζυγός βαρύτατος ἐφ’ ἡμᾶς τῆς κακίας· Σέ γάρ Θεόν ὁμολογοῦμεν, Ἀγαθέ, καί τῇ Σῇ σκέπῃ δακρύοντες σπεύδομεν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἀπολυτίκιον ἁγ. Μαξίμου τοῦ Γραικοῦ.
Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν Σου Σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν, ἐβόων Σοι Ζωοδότα. Δόξα τῇ Ἀναστάσει Σου Χριστέ. Δόξα τῇ οἰκονομίᾳ Σου, μόνε Φιλάνθρωπε.
Ἐκκλησίας ἁπάσης τό κλεινόν καταπίστευμα καί τῶν ἐν Ῥωσίᾳ Ἁγίων τό θεόλεκτον κόσμημα· ὁ νέος Ἀποστόλων τοῦ χοροῦ ἀστήρ, ὁ διαλάμπων ἐφ’ ἡμᾶς· ἁπάντων Ὀρθοδόξων ὁδηγός Πατήρ τε καί Διδάσκαλος. Δόξα οὖν Μαξίμῳ τῷ Γραικῷ, δόξα τῷ τοῦτον δοξάσαντι· δόξα τῷ δωρουμένῳ δι’ αὐτοῦ χάριν καί ἔλεος.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Τῇ Θεοτόκῳ ὡς μητρί ἐκβοῶμεν, οἱ τυραννούμενοι ἐχθροῦ δυναστείᾳ, τῇ θεϊκῇ Σου σκέπασον ἀγάπῃ ἡμᾶς· σπεῦσον, Κόρη, ῥύσασθαι τῶν τοῦ Βελίαρ παγίδων καί τῆς καταθλίψεως καί τῆς δαιμόνων μανίας· Σοί γάρ προσάγομεν πρεσβείαν εὐκλεῆ, τόν Σόν θεράποντα, ὄλβιον Μάξιμον.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου•ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου•ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν•ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.
Οὗ ἡ ἀκροστιχίς· Ο ΕΝ ΕΙΡΚΤΗ ΓΡΑΨΑΣ ΔΕΗΣΙΝ ΤΗΝΔΕ, ΑΝΤΩΝΙΟΝ ΡΥΣΑΙ ΕΙΡΚΤΗΣ ΤΗΣ ΑΙΩΝΙΟΥ. Α.Μ.
ᾨδή α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν Αἰγυπτίαν, μοχθηρίαν διαφυγῶν, ὁ Ἰσραηλίτης ἀνεβόα, Τῶ Λυτρωτὴ καὶ Θεῷ ἡμῶν ἄσωμεν.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ὁ θρέψας τῷ μάννᾳ τόν Ἰσραήλ, ἐν ἐρήμῳ πάλαι, Σύ νῦν πλήρωσον τήν ἐμήν ψυχήν, Δέσποτα, Πνεύματος Ἁγίου, ἵν’ εὐαρέστως θεραπεύω Σοι πάντοτε.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ἐγώ μέν, Ὑπεράγαθε, ὁ σποδός καί γῆ ἐνυπάρχων, σύν ἀΰλοις Σου λειτουργοῖς, ὕμνον τόν Τρισάγιον Σοί ἄδω, Σύ δέ ὡς Ἁγία τῷ δοῦλῳ Σου ἐπίβλεψον.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Νενίκημαι, Παράκλητε Ἀγαθέ, ὑπό τῶν πνευμάτων καί παθῶν τῶν ὀδυνηρῶν, ἅτινα κολάζουσι ψυχήν μου· ἡ σωτηρίαν μου ὁ Θεός, Σοί ἀφίημι.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ἐσκότισμαι τῇ δύνῃ τῶν λογισμῶν τῶν τῆς ἀνομίας καί νῦν πτῶμα κεῖμαι οἰκτρόν· ὅθεν ἱκετεύω Σε ρυσθῆναι, τῆς ἀσθενείας αὐτῆς, ἥ κατέχει με.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἱλάσθητι, Πάναγνε, Σοί βοῶ,τῷ ἀπροσεξίας καί δεινοῦ παραλογισμοῦ, εἰς βάθος ἀπύθμενον κειμένῳ καί ἀπό τῆς τούτου διώσεως λύτρωσαι.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ῥῦσαι ἡ συλλαβοῦσα ἐν τῇ γαστρί τῇ παρθενικῇ Σου, Ὅν ἐγέννησεν ὁ Πατήρ, ἀφράστως πρό πάντων τῶν αἰώνων, τῇ Σῇ χειρί τῆς λαγνείας δουλείας με.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Κυρίῳ τῷ Υἱῷ Σου δεῖξον, Ἁγνή, ἀκανθῶν ἐλευθέραν τήν ψυχήν μου, εὔφορον γῆν, ἡ μόνη ἀληθῶς γῆ ἡ ἁγία, ἡ τήν Ζωήν τῶν ἁπάντων γεννήσασα.
Κανών β΄. Οὐρανίας ἁψῖδος.
Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπη τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Τριάς Ἁγία ἡ γνῶσις τῆς Σῆς σεπτῆς ἀγαθότητος, ἀναγέννησις ὑπάρχει τοῦ κατ’ εἰκόνα καί ὁμοίωσιν πλασθέντος κτίσματος,* ὅ ἐνσαρκώσει τοῦ Λόγου, κατοικίαν ἔδειξας θείαν Σῆς χάριτος.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ἡσυχίᾳ ψυχῆς τε καί λογισμοῖς εὐλαβείας τε, καταστόλισον τόν νοῦν μου, τοῖς Σοῖς ἐνθέοις δωρήμασι, ἵνα ἀξίως ὑμνῶ καί Σέ δοξάζω, Θεέ μου, ἁγιοπρεπῶς ὡς ἁρμόζει Σοι, θεῖε Παράκλητε.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Γέμω κενοδοξίας καί τῶν κρυφίων κινήσεων τῶν τῆς σαρκός παθῶν βεβηλούντων ἐμήν ψυχήν· ἱκετεύω Σε, ταῦτα διάλυσον καί ἐξαφάνισον πάντα, τά ἐμέ μολύνοντα, φιλανθρωπότατε Δέσποτα.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ῥῦσαι ἠνίοις Σου θείοις τά τῆς ψυχῆς μου ὁρμήματα καί τῷ χαλινῷ τοῦ Σοῦ φόβου, Σύ με συγκράτησον, ἵνα εὐλαβείᾳ τε καί καθαρᾷ διανοίᾳ, ὕμνους προσαγάγω Σοι, θεῖε Παράκλητε.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Αὐγασθῆναι αἰτοῦμαι τά τῆς ψυχῆς ὄμματα, ἅτινα ἀπό Σοῦ μακρυνθέντος τῇ ἀνομίᾳ διέφθειρα· Σύ μέν νῦν φώτισον, Ἥλιε ὁλόφωτε δόξης, πίστει Σοί δέομαι, θεῖε Παράκλητε.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ψυχήν ὄζουσαν, Μῆτερ, θεοχαρίτωτε Δέσποινα, τοῖς πάθεσι νενεκρωμένην τοῖς μιαροῖς, ζωοποίησον, ὡς τῆς Ζωῆς ἡ τροφός τῆς οὐρανίου φανεῖσα· πρόφθασον, ἐλέησον, τῇ ἐπισκέψει Σου.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀπ’ ἐμοῦ ὀκνηρίαν, Μῆτερ, αὖθις ἀπέλασον καί ἐπιμελή τῶν Υἱοῦ Σου ἐντολῶν με ἀνάδειξον, ἐκτελεστήν ταχυνόν, τῶν ζωοδόχων, Παρθένε, ὕπνον τόν βαθύτατον ἀπό ψυχῆς ἐξαλείφουσα.
Διάσωσον, ἀπό κακῶν τόν δοῦλον Σου, Παράκλητε, ὅτι ἀγρίως καί συνεχῶς ἐμέ προσβάλουσι οἱ δαίμονες, λογισμοῖς καί φαντασίαις ἀθλίαις.
Ἐπίβλεψον, μετ’ εὐσπλαχνίας, Πανύμνητε Θεοτόκε, ἐπί τό ἐμόν τῆς καρδίας σκληρόν ἀπολίθωμα καί φώτισον τῆς ψυχῆς μου τό σκότος.
Κάθισμα. Ἦχος β΄. Τά ἄνω ζητῶν.
Τὰ ἄνω ζητῶν, τοῖς κάτω συναπτόμενος, καὶ ἅρμα πυρός, τὸν στῦλον ἐργασάμενος, δι’ αὐτοῦ συνόμιλος, τῶν Ἀγγέλων γέγονας Ὅσιε, σὺν αὐτοῖς Χριστῷ τῷ Θεῷ, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Τῶν πάντων τήν ζωήν, τό Πνεῦμα τό Πανάγιον, τήν αἰωνίως πηγήν τήν θεῖα δῶρα ῥέουσαν, τό ὁμοούσιον Πατρί καί τῷ Υἱῷ αἰωνίως ὑπάρχοντι, ἐν ὕμνοις καί ὡδαῖς πιστῶς ἀνυμνήσωμεν, ὡς Θεόν μεγαλύνοντες.
Ἕτερον. Ὅμοιον.
Προσκυνῶ Σε, Θεέ, Δέσποτα, Παράκλητε· ἐλέησον καί σῶσον τούς Θεόν ὁμολογοῦντας Σε καί προσκυνοῦντας πιστῶς τήν Σήν ἀγαθότητα καί ἀπό κινδύνων λύτρωσαι αὐτούς, ὡς ἀγαθότητος ἄμετρον μέγεθος.
Κανών β΄. Εἰσακήκοα Κύριε.
Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Σούς Ἁγίους καλῶν εἰς νυμφῶνα, Κύριε, τόν οὐράνιον καταξίωσον ἀκοῦσαι με παμποθήτου τῆς Σῆς κλήσεως.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Δόξης θείας ἐπλήρωσας τόν δεδικασμένον, ὅν ἀνεζήτησας δι’ἀγάπην καί διέσωσας, ὦ Τριάς Ἁγία, τῇ κενώσει Σου.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ἐν τῷ φόβῳ καθήλωσον τῷ θείῳ Σου, σαρκός μου τά ἄθλια ἐμφιλοσοφήματα καί κολάσει τήν ψυχήν μου ἐκφόβισον.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ἡμαρτηκότι παράσχου μοι, τόλμην θείαν και φῶς μοι δώρησαι, ἐξαλείφων ἁμαρτίας μου τήν ἀδυναμίαν, τῇ Σῇ χάριτι.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σοί προσφεύγω, Πανύμνητε, θείῳ δωρήματι πλούτισον τήν ψυχήν μου ταπεινώσεως, τῆς ἐπάρσεως τό ὕψος ἐδαφίζουσα.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἰδεῖν με οἶκον τόν ἅγιον Υἱοῦ τοῦ Σοῦ, Παρθένε, ἀνάδειξον τήν ψυχήν μου ἐκαθαίρουσα, ἀπό ἀναριθμήτου πανσπιλώσεως.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νενικημένος κατάκειμαι καί ὁδόν Κυρίου πλήρως ἀπώλεσα· ταῖς εὐχαῖς Σου νῦν στερέωσον εἰς Θεοῦ τόν φόβον καί ἀγάπησιν.
Κανών β΄. Φώτισον ἡμᾶς.
Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην παράσχου ἡμῖν Φιλάνθρωπε».
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Τριάς ὁ Θεός, ζωήν ἐμήν κατηύθυνον, πρός Σάς ἐντολάς τάς σωτηρίους, φωτίζουσα μαρμαρυγαῖς ἱεραῖς τῆς Σῆς θεότητος.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ἥλιος Σύ ὤν, τόν τῆς ἁμαρτίας δεσμώτην, τόν βαρυνόμενον ἁλύσεων τῷ ἄχθει, ὡς ἀγάπης πηγή, κούφισόν με τῷ ἐλέει Σου.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ναόν χάριτος Σῆς, τήν ἐσκοτισμένην, Παράκλητε, ψυχήν μου φώτισον φωτί, φωτός πηγή ὑπάρχων, Λόγῳ τε ὁμοῦ, Πατρί τε τιμωμένη.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Δός μοι, Ἀγαθέ, ἀπαλλαγήν ἀπό ἐχθίστης ἀτιμίας Σοί οὖν ἐκλιπαρῶν γονυκλινῶς προσπίπτω, ὅτι ἡμέρας καί νυκτός πράξεσι παροργίζω.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ἔγειρον, Σεπτέ, ψυχήν τήν ἐμήν κάμνουσαν τῇ θλίψει, νοός τάς ὁρμάς ἀφ’ ὕπνου ἁμαρτίας, Σύ μόνος γάρ ὁ δυνατός, ὁ τούς νεκρούς ἐγείρων.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἁγνή διά παντός, τοῦ δούλου Σου ψυχήν τήν κλονουμένην, δίδαξον ὀρθοφρονεῖν καί ἐπίστρεψον Υἱῷ Σου, ἐπί τῶν θείων ἐντολῶν, τυγχάνω γάρ παραβάτης.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νίκην λογισμῶν, δολίως τόν δοῦλον Σου τυπτόντων, προσφεύγων ἐπί Σέ, ἐξ οὐρανοῦ αἰτοῦμαι, πλουτῖσαι διδαχαῖς Υἱῷ Σου εὐαρέσταις.
Κανών β΄. Τήν δέησιν, ἐκχεῶ.
«Τὴν δέησιν, ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς∙ Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Τοῖς πάθεσι τῆς σαρκός νικηθείς, βεβυθισμένος ὑπάρχω ἀβύσσῳ τῇ ἐσχάτῃ· ὅθεν, Σῶτερ μου, θερμῶς καθικετεύω, ζώωσόν με πηγῇ τῇ Σῇ ζωοπαρόχῳ· Σοῦ δέομαι τοῦ Λυτρωτοῦ, τήν καιομένην ψυχήν μου κατάρδευσον.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ὦ τῶν Σῶν φρικτῶν καί θείων μυστηρίων, ἅτινα σιωπῆς μεγίστης ἀξιοῦνται, θεότητι μιᾷ πρόσωπα ἀσυγχύτως τρία ἐνυπάρχουσι, ἀφράστως ἡνωμένα· διό Σύ σῶσον, Ἀγαθέ, τό ἐκ χοός Σόν ἔργον, Σοῦ δέομαι.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Νέεις τῷ Πατρί καί Λόγῳ ἐνυπάρχεις, Παράκλητε Ἀγαθέ, Σύ τό θεῖον Πνεῦμα, μιᾶς ἀπό Ἀρχῆς ἐκλάμποντες τῷ κόσμῳ, τοῖς προσώποις μένοντες μόνον κεχωρισμένοι· δόξα Σοι ὦ Τριάς, ἡ θεία Μοναρχία, δόξα Σοι.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ἴδε τήν ἐμήν, ψυχήν βεβηλωμένην καί κάθαρον αὐτήν, βεβήλου ἀντικειμένου, νεότητος ἀπό κινήσεων βεβήλων, αἵ τρόποις πολλοῖς ἐμέ ἔπλησαν ῥύπου· Παράκλητε Ἀγαθέ, μετάνοιαν ὁ Θεός μοί δώρησαι.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Οἶμοι, ἔχοντι νοῦν, αἰχμάλωτον τῷ πάθει, συγχύσεως δεινῆς ἐμπίπτοντι παντοίοις κακοῖς, ὡς ἡ ναῦς θαλάσσῃ κυματώδει καί πνεύμασι σφοδροῖς ἀγρίως δονουμένη· Παράκλητε Ἀγαθέ, Σόν δοῦλον, ὁ Θεός, ἐν τάχυ ἐκλύτρωσαι.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νεῦσον πρός τόν Σόν, Παναμώμητε, δοῦλον, τῷ πτώσει φοβερᾷ κειμένῳ καί βιοῦντι, τόν ἀφρόνως τούς ὄρκους παραβάντα πρός τόν Σόν Υἱόν, Κύριον καί Θεόν μου· ἐπίκαμψον Αὐτόν, Ἁγνή, ὡς εὐσπλαχνίας πηγή ἡ ἀένναος.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ῥῦσαι, ὧ Ἁγνή Παρθένε, τήν ψυχήν μου, ἐπιδρομάς ἀπό ἐχθρῶν τῶν κατ’ἐμοῦ ἀοράτων, Μητράνανδρε τῇ Σῇ ἰσχύϊ τῇ ἀνικήτῳ, ὅπλοις πνευματικοῖς τοιχίζουσα Σόν δοῦλον· ἐπίκαμψον, Μῆτερ Ἁγνή, τόν Σόν Υἱόν Σῇ δεήσει καί χάριτι.
Διάσωσον, ἀπό κακῶν τόν Σόν δοῦλον, Παράκλητε, ὅτι ἀγρίως καί συνεχῶς εἰς ἐμέ ἐπιτίθενται οἱ δαίμονες, λογισμοῖς καί φαντασίαις ἀθλίαις.
Ἐπίβλεψον, μετ’ εὐσπλαχνίας, Πανύμνητε Θεοτόκε, ἐπί τό ἐμόν τῆς καρδίας σκληρόν ἀπολίθωμα καί φώτισον τῆς ψυχῆς μου τό σκότος.
Κοντάκιον τῆς Πεντηκοστῆς. Ἦχος πλ. δ΄.
Ὅτε καταβάς τάς γλώσσας συνέχεε, διεμέριζεν ἔθνη ὁ Ὕψιστος· ὅτε τοῦ πυρός τάς γλώσσας διένειμεν, εἰς ἑνότητα πάντας ἐκάλεσεν· καί συμφώνως δοξάζομεν τό Πανάγιον Πνεῦμα.
Προκείμενον.
Τό Πνεῦμα Σου τό ἀγαθόν, ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.(τρις)
Στ. Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου.
Ὁ ἱερεύς· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ ἀναγνώστης· Κύριε, ἐλέησον.
Ὁ ἱερεύς
Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ, καὶ σοὶ τὴν
δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. (τρίς).
Ὁ ἱερεύς· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
Ὁ ἀναγνώστης· Κύριε, ἐλέησον. (τρίς).
Ὁ ἱερεύς· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου·
Εἰρήνη πᾶσι!
Ὁ ἀναγνώστης · Καὶ τῷ πνεύματί σου.
Ὁ ἱερεύς· Ἐκ τοῦ κατά Ἰωάννην ἁγίου Εὐαγελίου τὸ ἀνάγνωσμα·
Πρόσχωμεν!
Ὁ ἀναγνώστης · Δόξα σοι, Κύριε, δόξα σοι.
Εὐαγγέλιον ἐκ του κατά Ἰωάννην (ἐκ τοῦ θ΄ Ἐωθινοῦ).
Οὔσης ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ, τῇ μιᾷ τῶν Σαββάτων καί τῶν θυρῶν κεκλεισμένων, ὅπου ἦσαν οἱ μαθηταί συνηγμένοι διά τόν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καί ἔστη εἰς τό μέσον καί λέγει αὐτοῖς· εἰρήνη ὑμῖν. Καί τοῦτο εἰπών, ἔδειξεν αὐτοῖς τάς χεῖρας καί τήν πλευράν αὑτοῦ. Ἐχάρησαν οὖν οἱ μαθηταί, ἰδόντες τόν Κύριον. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· εἰρήνη ὑμῖν· καθώς ἀπέσταλκέ με ὁ Πατήρ, κᾀγώ πέμπω ὑμᾶς. Και τοῦτο εἰπών, ἐνεφύσησε και λέγει αὐτοῖς· λάβετε Πνεῦμα Ἅγιον· ἄν τινων ἀφῆτε τάς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται.
Δόξα σοι, Κύριε, δόξα σοι.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Τάίς της Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Ἐλεῆμον, ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου, ἑξάλειψον τό ἀνόμημά μου.
Ἰδιόμελον.
Ἦχος πλ. β΄. Τήν ὑπέρ ἡμῶν.
Τὴν ὑπὲρ ἡμῶν πληρώσας οἰκονομίαν, καὶ τὰ ἐπὶ γῆς ἑνώσας τοῖς οὐρανίοις, ἀνελήφθης ἐν δόξῃ, Χριστε ὁ Θεὸς ἡμῶν, οὐδαμόθεν χωριζόμενος, ἀλλὰ μένων ἀδιάστατος, καὶ βοῶν τοῖς ἀγαπῶσί σε· Ἐγώ εἰμι μεθ’ ὑμῶν, καὶ οὐδεὶς καθ’ ὑμῶν.
Ζωή τῶν πάντων, φῶς καί παρηγορία, ἐλπίδα καί γλυκύτης, Ἅγιον Πνεῦμα, τούς Σέ Θεόν ὁμολογοῦντας, σύνθρονον Πατρός καί τοῦ Υἱοῦ τε, τῶν δώρων Σου ἡμᾶς καταξίωσον καί ἄφεσιν ἁμαρτιῶν ἡμῖν δώρησαι· Σύ γενοῦ μεθ’ ἡμῶν καί οὐδείς καθ’ ἡμῶν.
Κανών β΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ».
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ὕδωρ ἀθανασίας ἁγίων δωρεῶν Σου, σεπτέ Παράκλητε, παθῶν ἐλεύθερόν με, κακίας τῆς τοῦ ἤθους δεῖξον τόν ἄδοντα· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Σῶτερ, ἐλεήσόν μου, καρδίαν σκληροτέραν λίθου σιδήρου τε, γλυκύτητος πληρώσας τῆς Σῆς, Παντελεήμων, ἵνα κραυγάζω Σοι· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ἄσωμεν τῷ Κυρίῳ, τιμῶντες εὐφροσύνως θείων συνύπαρξιν προσώπων, τοῦ Πατρός τε καί τοῦ Υἱοῦ ὁμοῦ τε καί θείου Πνεύματος· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ἴδέ μου συνηθείας τῆς πονηρᾶς τό βάρος, Σοῦ Σῶτερ δέομαι, ὁ ἁμαρτωλός καί δοῦλος προσπίπτω τῷ Δεσπότῃ κακῶν με ἀπάλλαξον· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Εὐδοκίᾳ, Σῶτερ, καί ἰσχυρᾷ χειρί Σου, ἐμήν στερέωσον ψυχήν, ἀχρείου δούλου, ὅστις δοξολογῶν Σε, πίστει ἀνακράζει Σοι· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἵνα Σοί τῇ Κόρῃ, ὁ ἐσκοτισμένος ψυχῇ καρδίᾳ τε, ἀναβοῶ τόν ὕμνον ὁμοῦ τῷ Ἀρχαγγέλῳ,φωτί Σου ἔμπλησον· ὅπως βοῶ Σοι, Ἁγνή, δόξα Σοι, Παναγία.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ῥῦσαι τῶν ἐμπαθείας λογισμῶν ἀνόμων, κινήσεις νέκρωσον σαρκός, τοῦ Παρακλήτου χάριτι καί δυνάμει, ἰσχύν γάρ κέκτησαι· ὅπως βοῶ Σοι, Ἁγνή, δόξα Σοι, Παναγία.
Κανών β΄. Τόν Βασιλέα.
Τὸν Βασιλέα τῶν οὐρανῶν, ὃν ὑμνοῦσι, στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Κράζω Σοί, Σῶτερ, ὁ φῶς πέλων ἐσκοτισμένων, καθάρισον καμοῦ καρδίαν διωμένην, αἰσχροῖς λογισμοῖς· Σοί πρέπει, Μόνε, δόξα.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Τοῖς λειτουργοῖς Σου Ὕψιστε Τριάς μοναδική τε, ἡ λόγῳ μόνῳ συστησαμένῃ κόσμῳ, συνάδωμεν ὁμοῦ αἰνοῦντες Σου τό κράτος.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ἡλίου δίκην ψυχήν μου ἐρημωτάτην καταφώτισον, ἐχθρῶν τῶν ἀοράτων, Παράκλητε σεπτέ, τῆς προσβολῆς με ῥῦσαι.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Στήριξον φωτός Φωτοδότα, Σαῖς ἀκτίναις, ἵνα ἐκτελῶ μετ’ ἀγάπης καί φόβου, Παράκλητε Ἀγαθέ, προστάγματα Σά θεῖα.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Τήν κεφαλήν μου ὑπερέβησαν, Οἰκτίρμων, Βελίαρ λογισμοί πάθους κενοδοξίας, δαιμόνων ῥυπαρῶν βολῶν ἀπάλλαξόν με.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ἠσαΰ καί Πόρνην ὑπερέβην τῇ ἀνομίᾳ, Παράκλητε σεπτέ, πλήν μή μέ ἀποκλείσῃς, τῆς χάριτός Σου, μετανοοῦντα δέξαι με.
Εὐλογοῦμεν Πατέρα, Υἱόν καί Ἅγιον Πνεῦμα, τόν Κύριον.
Σῶσον νῦν, Ἀειπάρθενε, δοῦλον, τόν Σοί προσφεύγοντα, Πανύμνητε Παρθένε, ἐλπίς ἐμῆς ψυχῆς τυγχάνεις γάρ και πόθος.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἁγνή Σοί ὕμνον τῇ Πανυμνήτῳ Κόρῃ προσάγω Σοι πιστῶς, δεόμενος δειχθῆναι φίλος Σοῦ Υἱοῦ, διορθωθείς ὁ τάλας.
Κανών β΄. Κυρίως Θεοτόκον.
Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε Ἁγνή, σὺν Ἀσωμάτοις χορείαις, σὲ μεγαλύνοντες.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ἴδε τῆς Μητρός Σου, Πανάγνου Παναγίας, σεπτάς εὐχάς, δι’ ὧν με ἐλέησον, Κύριε· Σύ γάρ ὑπάρχεις ἡ ἐλπίς ψυχῆς μου τῆς ἀθλίας.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ὦ Κύριε Θεέ μου, ὁμοῦ ταῖς οὐρανίαις Δυνάμεσι, τόν ὕμνον προσάδω Σοί καί ἐν ἀγάπῃ κραυγάζω, Κύριε δόξα Σοι.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ναόν ἀναδειξόν με, δοξάζων Σε ἱκετεύω, τόν μυρίων κολάσεων ὄντα ἄξιον, τῆς Σῆς χάριτος, θεῖε Παράκλητε.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ἴδε μου ἀγνωσίαν καί Σύ ἐκδίδαξόν με, τήν τοῦ Σοῦ νόμου διδαχήν τε καί νόησιν, ὅπως συμφώνως Σέ δόξαζω Παράκλητε.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Οὐράνιον χορείαν τῶν Σοί εὐαρεστησάντων καί Σέ ὑμνούντων ἰδεῖν με ἐλέησον, ὅπως συμφώνως δοξάζω Σε Κύριε.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ὕμνον τῷ Παρακλήτῳ, ἐνδόξως ἀναπέμπω, ὅτι κακίας τόν φόβον ἀπήλασας, τήν ψυχήν ὡραΐσας τοῦ δούλου Σου.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀπό παθῶν, Παρθένε, ψυχήν μου τήν ἀθλίαν, εὐχαῖς ἁγίαις ταῖς Σαῖς καί δεήσεσι θεράπευσον, ὅπως δοξάζω Σε.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς
Μῆτερ τῷ Παρακλήτῳ, προσάγαγε Σοῦ δούλου πένητος, δέησιν τήνδε, ὡς μεσήτρια ἁμαρτανόντων ἀνθρώπων πρός Κύριον.
Μεγαλυνάρια Τριαδικά, ἐκ τῆς Παρακλητικῆς.
Ἄξιον ἐστίν ὡς ἀληθῶς, τήν ὑπέρθεον ὑμνεῖν Τριάδα, ἄναρχον Πατέρα καί παντουργόν, συνάναρχον Λόγον, πρό αἰώνων ἐκ τοῦ Πατρός, ἀρρεύστως τεχθέντα καί τό Ἅγιον Πνεῦμα, τό ἐκ τοῦ Πατρός ἀχρόνως ἐκπορευόμενον.
Ἄξιον ἐστίν ὡς ἀληθῶς, τοῦ δοξάζειν Σε τόν Θεόν Λόγον, Ὅν φρίττουσι καί τρέμουσι τά Χερουβείμ καί δοξολογοῦσιν αἱ Δυνάμεις τῶν οὐρανῶν· τόν ἐξαναστάντα τριήμερον ἐκ τάφου, Χριστόν τόν Ζωοδότην, φόβῳ δοξάσωμεν.
Ἕτερον, τοῦ ἁγ. Μαξίμου.
Ἄξιον ἐστίν ὡς ἀληθῶς, ἐκθειάζειν ἐν δοξολογίαις, Πνεῦμα τό Πανάγαθον· τό ζωῆς προστάτην· τῷ Πατρί τε βασιλεύοντι σύν Υἱῷ, ἐπί ἀοράτων, ὁμοῦ καί ὁρατῶν τε· τό φοβερόν καί μέγα, φόβῳ δοξάσωμεν.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.Ἐκ τῆς Παρακλητικῆς.
Ὑμνήσωμεν πάντες θεοπρεπῶς, ᾄσμασιν ἐνθέοις τόν Πατέρα καί τόν Υἱόν καί Πνεῦμα τό θεῖον, τρισυπόστατον κράτος, τήν μίαν βασιλείαν καί κυριότητα.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεομητορικόν, τοῦ ἁγ. Μαξίμου.
Συγχώρησιν παράσχου ἁμαρτιῶν, Δέσποινα καί Μῆτερ τοῦ Θεοῦ Σου καί Λυτρωτοῦ· δέχου παρακλήσεις δούλων Σου ἀναξίων, ζωῆς τῆς θεαρέστου δοῦσα διόρθωσιν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ὑπό τοῦ Ἱερέως Ἀπόλυσις. Καί τῶν Χριστιανῶν ἀσπαζομένων τήν Εἰκόνα τῆς Ἁγίας Τριάδος καί χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τά παρόντα Τροπάρια.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν, ὁ Ἀριμαθαίας καθεῖλε, τὴν τῶν ἁπάντων ζωήν, σμύρνῃ καὶ σινδόνι σε Χριστὲ ἐκήδευσε, καὶ τῷ πόθῳ ἠπείγετο, καρδίᾳ, καὶ χείλει, σῶμα τὸ ἀκήρατον, σοῦ περιπτύξασθαι, ὅμως συστελλόμενος φόβῳ, χαίρων ἀνεβόα σοι. Δόξα, τῇ συγκαταβάσει σου Φιλάνθρωπε.
Πάντας τούς προσφεύγοντας πιστῶς, τῇ Σῇ προστασίᾳ καί σκέπῃ, σεπτέ Παράκλητε, ῥύου πάσης θλίψεως καί περιστάσεως· τῶν παθῶν δέ διάλυσον ταράττοντα σάλον, παρέχων ἱκέταις Σου χάριν σωτήριον· Σύ γάρ χορηγός ἐνυπάρχῃς ζωῆς τῶν ἁπάντων φωτός τε, πέλων τῷ Πατρί καί Λόγῳ σύνθρονος.
Ἦχος πλ. δ΄.
Δέσποτα πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου καί λύτρωσαι ἡμᾶς ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Ἦχος β΄.
Τήν πᾶσαν ἐλπίδα μου εἰς Σε ἀνατίθημι, Παράκλητε Ἀγαθέ, φύλαξόν με ὑπό τήν σκέπην Σου.
Δι’ ευχών τών ‘Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.
Για να δωσει το αγιο πνευμα δυναμη και φωτιση σε ολους τους Χριστιανους και Ελληνες με αυτα που περνανε και γι αυτα που θα ερθουν.
ΜΟΥΣΤΑΚΑΣ ΑΘΑΝΑΣΙΟΣ




