(Βακχεύοντες ἀπηνῶς καὶ μαινόμενοι ἐν ἀκρασίᾳ ἔξωθεν τοῦ σπηλαίου, ἐν ᾧ ἀνεκλίθη ὁ Ἀχώρητος)… του Νεκτάριου Δαπέργολα Διδάκτορος Ιστορίας «Πόρνης ἐπεθύμει ὁ Θεός; Ναί, πόρνης· τῆς φύσεως τῆς ἡμετέρας λέγω…Ὑψηλὸς ἦν, καὶ αὕτη ταπεινή. Ἀκήρατος ἦν, ἀνώλεθρος ἡ οὐσία, ἄφθαρτος ἡ φύσις, ἀπερινόητος, ἀόρατ ος, ἀκατάληπτος, ἀεὶ ὤν, ὑπερβαίνων ἀγγέλους, ἀνώτερος τῶν ἄνω δυνάμεων, νικῶν λογισμόν, ὑπερβαίνων διάνοιαν, ὀφθῆναι μὴ δυνάμενος, πιστευθῆναι δὲ μόνον. Ἄγγελοι ἔβλεπον καὶ ἔτρεμον, τὰ Χερουβὶμ τὰς πτέρυγας ἐπέβαλλον, πάντα ἐν φόβῳ. Ἐπέβλεπεν ἐπὶ τὴν γῆν, καὶ ἐποίει αὐτὴν τρέμειν· ἠπείλει τῇ θαλάσσῃ, καὶ ἐξήραινεν αὐτήν… Πῶς εἴπω; Πῶς παραστήσω; Ἡ μεγαλωσύνη αὐτοῦ πέρας οὐκ ἔχει, ἡ σοφία αὐτοῦ ἀριθμὸν οὐκ ἔχει, τὰ κρίματα αὐτοῦ ἀνεξιχνίαστα, αἱ ὁδοὶ αὐτοῦ ἀνεξερεύνητοι… Ἀλλ’ ὁ τοσοῦτος καὶ τηλικοῦτος ἐπεθύμησε πόρνης. Καὶ ἄνθρωπος μέν, ἐὰν ἐπιθυμήσῃ πόρνης καταδικάζεται, Θεός δὲ πόρνης ἐπιθυμεῖ; Καὶ πάνυ. Πάλιν ἄνθρωπος ἐπιθυμεῖ πόρνης, ἵνα γένηται πόρνος· Θεὸς δὲ ἐπιθυμεῖ πόρνης, ἵνα τὴν πόρνην παρθένον ἐργάσηται… Ὁ τοσοῦτος καὶ τηλικοῦτος ἐπεθύμησε πόρνης; Καὶ τί; Ἵνα γένηται νυμφίος. Τί ποιεῖ; Οὐ πέμπει πρὸς αὐτὴν οὐδένα τῶν δούλων, οὐ πέμπει ἀρχάγγελον, οὐ πέμπει τὰ Χερουβίμ, οὐ πέμπει τὰ Σεραφίμ· ἀλλ᾿ αὐτὸς παραγίνεται ὁ ἐρῶν. Ἐπεθύμησε πόρνης. Καὶ ἐπειδὴ αὐτὴ οὐκ ἠδύνατο ἀναβῆναι ἄνω, αὐτὸς κατέβη κάτω. Πρὸς τὴν πόρνην ἔρχεται καὶ οὐκ αἰσχύνεται… Καὶ πῶς ἔρχεται; Οὐ γυμνῇ τῇ οὐσίᾳ, ἀλλὰ γίνεται, ὅπερ ἦν ἡ πόρνη, οὐ τῇ γνώμῃ, ἀλλὰ τῇ φύσει… ἵνα μὴ ἰδοῦσα αὐτὸν πτοηθῇ, ἵνα μὴ ἀποπηδήσῃ, ἵνα μὴ φύγῃ. Ἔρχεται πρὸς τὴν πόρνην καὶ γίνεται ἄνθρωπος… Εἰς μήτραν κυοφορεῖται καὶ μίγνυται ἀνθρώποις. Εὑρίσκει αὐτὴν ἐλκῶν γέμουσαν, ἐκτεθηριωμένην, ὑπὸ δαιμόνων πεφορτισμένην· καὶ προσέρχεται αὐτῇ… Κεῖται ἐν φάτνῃ ὁ τὴν οἰκουμένην βαστάζων, καὶ ἐσπαργάνωται ὁ πάντα περιέπων. Κεῖται ὁ ναός καὶ ἐνοικεῖ ὁ Θεός… Τοῦτο ἐρῶντος, τὸ μὴ ἀπαιτῆσαι εὐθύνας ἁμαρτημάτων, ἀλλὰ συγχωρῆσαι παρανομήματα πλημμελημάτων. Καὶ τί ποιεῖ; Λαμβάνει τὴν πόρνην, ἀρμόζεται αὐτήν. Καὶ τί αὐτῇ δίδωσι; ...