<<< Μετα την Ανασταση Του Κυριου ημων Ιησου Χριστου ερχεται η Ανασταση των Ανθρωπων >>>
ΙΕΖΕΚΙΗΛ 37 (1-14)
Ιεζ. 37,1 Καὶ ἐγένετο ἐπ᾿ ἐμὲ χεὶρ Κυρίου, καὶ ἐξήγαγέ με ἐν πνεύματι Κύριος καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρωπίνων·
Ιεζ. 37,1 Ο Κυριος εθεσε το χέρι του επάνω μου και δια του Πνεύματός του με έβγαλε και με έθεσεν ωσάν εν μέσω μιας πεδιάδος. Αυτή δε η πεδιάς ήτο γεμάτη από ανθρώπινα οστά.
Ιεζ. 37,2 καὶ περιήγαγέ με ἐπ᾿ αὐτὰ κυκλόθεν κύκλῳ, καὶ ἰδοὺ πολλὰ σφόδρα ἐπὶ προσώπου τοῦ πεδίου, ξηρὰ σφόδρα.
Ιεζ. 37,2 Ο Κυριος με πεοιέφερεν ολόγυρα από τα οστά αυτά και ιδού, είδα ότι αυτά ήσαν πάρα πολλά εις όλην εκείνην την πεδιάδα, ξηρά δε πολύ.
Ιεζ. 37,3 καὶ εἶπε πρός με· υἱὲ ἀνθρώπου, εἰ ζήσεται τὰ ὀστέα ταῦτα; καὶ εἶπα· Κύριε Κύριε, σὺ ἐπίστῃ ταῦτα.
Ιεζ. 37,3 Ο Κυριος είπε προς εμέ· “υιέ ανθρώπου, είναι δυνατόν να αποκτήσουν ζωήν τα οστά αυτά;” Και εγώ είπα· “Κυριε Κυριε, συ γνωρίζεις τι μπορεί να συμβή με αυτά”.
Ιεζ. 37,4 καὶ εἶπε πρός με· προφήτευσον ἐπὶ τὰ ὀστᾶ ταῦτα καὶ ἐρεῖς αὐτοῖς· τὰ ὀστᾶ τὰ ξηρά, ἀκούσατε λόγον Κυρίου.
Ιεζ. 37,4 Ο Κυριος μου ειπέ· “προφήτευσε δια τα οστά αυτά και ειπέ τα εξής· Τα οστά τα ξηρά ακούσατε τον λόγον του Κυρίου.
Ιεζ. 37,5 τάδε λέγει Κύριος τοῖς ὀστέοις τούτοις· ἰδοὺ ἐγὼ φέρω ἐφ᾿ ὑμᾶς πνεῦμα ζωῆς
Ιεζ. 37,5 Αυτά λέγει ο Κυριος εις αυτά τα ξηρά οστά· ιδού, εγώ φέρω εις σας πνεύμα ζωής,
Ιεζ. 37,6 καὶ δώσω ἐφ᾿ ὑμᾶς νεῦρα καὶ ἀνάξω ἐφ᾿ ὑμᾶς σάρκας, καὶ ἐκτενῶ ἐφ᾿ ὑμᾶς δέρμα καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε· καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος.
Ιεζ. 37,6 θα δώσω εις σας νεύρα, θα σας καλύψω με σάρκας, θα απλώσω επάνω εις σας δέρμα και θα δώσω το Πνεύμα μου εις σας. Θα αποκτήσετε ζωήν και θα ζήσετε. Ετσι δε θα μάθετε, ότι εγώ είμαι ο Κυριος”.
Ιεζ. 37,7 καὶ ἐπροφήτευσα καθὼς ἐνετείλατό μοι. καὶ ἐγένετο ἐν τῷ ἐμὲ προφητεῦσαι καὶ ἰδοὺ σεισμός, καὶ προσήγαγε τὰ ὀστᾶ ἑκάτερον πρὸς τὴν ἁρμονίαν αὐτοῦ.
Ιεζ. 37,7 Εγώ επροφήτευσα σύμφωνα με την εντολήν του Κυρίου. Οταν εγώ επροφήτευσα ιδού, έγινε σεισμός, ο οποίος έφέρε τα οστά το καθένα εις την φυσικήν του θέσιν και το ενηρμόνισε προς τα αλλά οστά, ώστε να αποτελεσθούν ολόκληροι σκελετοί. Και με κατάπληξίν μου
Ιεζ. 37,8 καὶ εἶδον καὶ ἰδοὺ ἐπ᾿ αὐτὰ νεῦρα καὶ σάρκες ἐφύοντο, καὶ ἀνέβαινεν ἐπ᾿ αὐτὰ δέρμα ἐπάνω, καὶ πνεῦμα οὐκ ἦν ἐπ᾿ αὐτοῖς.
Ιεζ. 37,8 είδον και ιδού, ότι εφύτρωσαν επάνω εις αυτά νεύρα και σάρκες. Επάνω δε εις τας σάρκας και τα νεύρα, ηπλώθη δέρμα, αλλά πνοή ζωής δεν υπήρχεν ακόμη εις αυτά τα σώματα.
Ιεζ. 37,9 καὶ εἶπε πρός με· προφήτευσον ἐπὶ τὸ πνεῦμα, προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ εἰπὸν τῷ πνεύματι· τάδε λέγει Κύριος· ἐκ τῶν τεσσάρων πνευμάτων ἐλθὲ καὶ ἐμφύσησον εἰς τοὺς νεκροὺς τούτους, καὶ ζησάτωσαν.
Ιεζ. 37,9 Ο Κυριος είπε τότε προς εμέ· “προφήτευσον προς το Πνεύμα· υιέ ανθρώπου, προφήτευσε και ειπέ στο ζωογόνον Πνεύμα· αυτά λέγει ο Κυριος· από τους τέσσαρας ανέμους, από όλα τα σημεία του ορίζοντος, συ Πνεύμα, πανταχού παρόν, έλα εδώ και εμφύσησε εις τα νεκρά αυτά σώματα, δια να λάβουν ζωήν και ζήσουν”.
Ιεζ. 37,10 καὶ ἐπροφήτευσα καθότι ἐνετείλατό μοι· καὶ εἰσῆλθεν εἰς αὐτοὺς τὸ πνεῦμα, καὶ ἔζησαν καὶ ἔστησαν ἐπὶ τῶν ποδῶν αὐτῶν, συναγωγὴ πολλὴ σφόδρα.
Ιεζ. 37,10 Επροφήτευσα, όπως ο Κυριος με διέταξε, και εισήλθε πράγματι εις αυτά το Πνεύμα της ζωής και έζησαν και εστάθησαν όρθια επάνω στους πόδας των, λαός πάρα πολύς.
Ιεζ. 37,11 καὶ ἐλάλησε Κύριος πρός με λέγων· υἱὲ ἀνθρώπου, τὰ ὀστᾶ ταῦτα πᾶς οἶκος Ἰσραήλ ἐστι, καὶ αὐτοὶ λέγουσι· ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν, ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν, διαπεφωνήκαμεν.
Ιεζ. 37,11 Ο Κυριος ωμίλησε πάλιν προς εμέ και είπεν· “υιέ ανθρώπου, αυτά τα οστά υποδηλώνουν τον ισραηλιτικόν λαόν, διότι οι Ισραηλίται λέγουν, ο καθένας δια τον εαυτόν του και δι’ ολόκληρον τον λαόν, ότι τα οστά μας έγιναν κατάξηρα, εχάθη πλέον κάθε ελπίς δι’ ημάς· έχομεν οριστικώς χαθή.
Ιεζ. 37,12 διὰ τοῦτο προφήτευσον καὶ εἰπὸν πρὸς αὐτούς· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἀνοίγω τὰ μνήματα ὑμῶν καὶ ἀνάξω ὑμᾶς ἐκ τῶν μνημάτων ὑμῶν καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν τοῦ Ἰσραήλ,
Ιεζ. 37,12 Δια τούτο προφήτευσε και είπε προς αυτούς· αυτά λέγει ο Κυριος· Ιδού εγώ θα ανοίξω τους τάφους σας και θα σας βγάλω μέσα από τα μνήματά σας και θα σας επαναφέρω εις την χώραν του Ισραήλ.
Ιεζ. 37,13 καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος ἐν τῷ ἀνοῖξαί με τοὺς τάφους ὑμῶν τοῦ ἀναγαγεῖν με ἐκ τῶν τάφων τὸν λαόν μου.
Ιεζ. 37,13 Και τότε θα μάθετε, ότι εγώ είμαι ο Κυριος, όταν θα ανοίξω τους τάφους σας και θα βγάλω τον λαόν μου μέσα από τα μνήματα του.
Ιεζ. 37,14 καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε, καὶ θήσομαι ὑμᾶς ἐπὶ τὴν γῆν ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος· λελάληκα καὶ ποιήσω, λέγει Κύριος.
Ιεζ. 37,14 Θα σας δώσω το ζωοποιόν μου Πνεύμα, θα αναστηθήτε και θα αποκτήσετε ζωήν. Θα σας εγκαταστήσω εις την χώραν σας και θα μάθετε, ότι εγώ είμαι ο Κυριος. Εγώ ωμίληαα και θα πραγματοποιήσω αυτά που είπα, λέγει ο Κυριος”.





